Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.282 Joseph. AJ 16.287 (English) >>Joseph. AJ 16.292

16.285τισάμενος δὲ τούτους τρισχιλίους Ἰδουμαίων ἐπὶ τῇ Τραχωνίτιδι κατοικίσας ἦγεν λῃστὰς τοὺς ἐκεῖ, καὶ περὶ τούτων τοῖς ἡγεμόσιν ἔπεμπεν περὶ Φοινίκην οὖσιν, ἀποδεικνὺς ὅτι μηδὲν πλέον ὧν ἀγνωμονοῦντας ἐπεξελθεῖν ἔδει τοὺς Ἄραβας αὐτῷ πέπρακται. ταῦτα μὲν οὖν ἐκεῖνοι πολυπραγμονοῦντες εὕρισκον οὐ ψευδόμενον. 16.286

Ἄγγελοι δὲ Συλλαίῳ καταταχήσαντες εἰς Ῥώμην τὰ πεπραγμένα διεσάφουν εἰς μεῖζον, ὡς εἰκός, ἕκαστον τῶν γεγονότων αἴροντες. 16.287 δὲ ἤδη μὲν ἐπεπραγμάτευτο γνώριμος εἶναι Καίσαρι, τότε δὲ περὶ τὴν αὐλὴν ἀναστρεφόμενος ὡς ἤκουσεν εὐθὺς μεταμφιέννυται μέλαιναν ἐσθῆτα καὶ παρελθὼν ἔλεγεν ὡς αὐτόν, ὅτι πολέμῳ τὰ περὶ τὴν Ἀραβίαν εἴη κεκακωμένα καὶ πᾶσα ἀνάστατος βασιλεία στρατιᾷ πορθήσαντος αὐτὴν Ἡρώδου. 16.288δακρύων δὲ πεντακοσίους μὲν ἐπὶ δισχιλίοις Ἀράβων ἀπολωλέναι τοὺς πρώτους ἔλεγεν, ἀνῃρῆσθαι δὲ καὶ τὸν στρατηγὸν αὐτῶν Νάκεβον οἰκεῖον αὐτῷ καὶ συγγενῆ, πλοῦτον δὲ διηρπάσθαι τὸν ἐν Ῥαέπτοις, καταπεφρονῆσθαι δὲ τὸν Ὀβόδαν ὑπὸ ἀσθενείας οὐκ ἀρκέσαντα τῷ πολέμῳ διὰ τὸ μήτʼ αὐτὸν μήτε τὴν Ἀραβικὴν δύναμιν παρεῖναι. 16.289τοιαῦτα τοῦ Συλλαίου λέγοντος καὶ προστιθέντος ἐπιφθόνως, ὡς οὐδʼ ἂν αὐτὸς ἀπέλθοι τῆς χώρας μὴ πεπιστευκὼς ὅτι Καίσαρι μέλοι τὴν εἰρήνην ἅπασιν εἶναι πρὸς ἀλλήλους, μηδʼ εἰ παρὼν ἐτύγχανεν ἐκεῖ λυσιτελῆ ποιῆσαι τὸν πόλεμον Ἡρώδῃ, παροξυνθεὶς ἐπὶ τοῖς λεγομένοις Καῖσαρ ἀνέκρινε τῶν Ἡρώδου τοὺς παρόντας καὶ τῶν ἰδίων τοὺς ἀπὸ Συρίας ἥκοντας αὐτὸ μόνον, εἰ τὴν στρατιὰν Ἡρώδης ἐξαγάγοι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.282 Joseph. AJ 16.287 (English) >>Joseph. AJ 16.292

Powered by PhiloLogic